Παλαιά Διαθήκη Καινή Διαθήκη
ΓΕΝΕΣΙΣ
ΕΞΟΔΟΣ
ΛΕΥΙΤΙΚΟΝ
ΑΡΙΘΜΟΙ
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ
ΚΡΙΤΑΙ
ΡΟΥΘ
ΒΑΣΙΛΕΙΩΝ Α΄
ΒΑΣΙΛΕΙΩΝ B΄
ΒΑΣΙΛΕΙΩΝ Γ΄
ΒΑΣΙΛΕΙΩΝ Δ΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
ΕΣΔΡΑΣ Α΄
ΕΣΔΡΑΣ Β΄
ΝΕΕΜΙΑΣ
ΤΩΒΙΤ
ΙΟΥΔΙΘ
ΕΣΘΗΡ
ΜΑΚΚΑΒΑΙΩΝ Α΄
ΜΑΚΚΑΒΑΙΩΝ Β΄
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄
ΨΑΛΜΟΙ
ΙΩΒ
ΠΑΡΟΙΜΙΑΙ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΩΣΗΕ
ΑΜΩΣ
ΜΙΧΑΙΑΣ
ΙΩΗΛ
ΟΒΔΙΟΥ
ΙΩΝΑΣ
ΝΑΟΥΜ
ΑΒΒΑΚΟΥΜ
ΣΟΦΟΝΙΑΣ
ΑΓΓΑΙΟΣ
ΖΑΧΑΡΙΑΣ
ΜΑΛΑΧΙΑΣ
ΗΣΑΪΑΣ
ΙΕΡΕΜΙΑΣ
ΒΑΡΟΥΧ
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΙΕΖΕΚΙΗΛ
ΔΑΝΙΗΛ - ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
ΜΑΚΚΑΒΑΙΩΝ Δ΄
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΑΤΑ ΛΟΥΚΑΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
ΠΡΟΣ ΤΙΤΟΝ
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Γ΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Τίτλος:Ταύτιση λόγων καὶ ἔργων στὸν Σωκράτη
Συγγραφέας: Πλάτων
Κατηγορία:Φιλοσοφία
Θέμα: Ἔργα καὶ Λόγια, Πρότυπο
Πηγή/Έκδοση:Πλάτων. Λάχης, Μένων, ἐκδόσεις Ζαχαρόπουλος, μετ. Β.Ν. Τατάκης
Χρ.Έκδοσης:1940
Ἐννόημα
! Ὅταν ἀκούω ἕναν ἄνθρωπο νά διαλέγεται γιά τήν ἀρετή, ἤ γιά κάποια ἄλλη σοφία, πού νά εἶναι ἀληθινός ἄνθρωπος καί ἀντάξιος τῶν λόγων πού λέγει, αἰσθάνομαι ἐξαιρετική χαρά.
 
! Αὐτος ὁ ἄνθρωπος (σὰν τὸν Σωκράτη) ζεῖ στ' ἀλήθεια στή ζωή του τήν ἁρμονία ἀνάμεσα στά λόγια του καί στά ἔργα του, ἐντελῶς μέ τόν δωρικό τρόπο, ὄχι τόν ἰωνικό, νομίζω, οὐδέ τόν φρυγικό, ἤ τόν λυδικό, ἀλλά ἐκεῖνον πού εἶναι ἡ μόνη ἑλληνική ἁρμονία.
 
Ταύτιση λόγων καὶ ἔργων στὸν Σωκράτη
Πλάτων



[ Ὁ Νικίας καί ὁ Λάχης, πού κλήθηκαν ἀπό τούς Λυσίμαχο καί Μελησία νά ἀποφανθοῦν γιά τήν ἀξία τῆς ὁπλομαχητικῆς, ἐξέφρασαν ἀντίθετες ἀπόψεις. Τότε ὁ Σωκράτης πρότεινε νά ἐξετάσουν ποιό ἦταν τό θέμα πού καλοῦνταν νά συζητήσουν καί νά καθορίσουν ποιοί ἦταν οἱ ἁρμόδιοι νά ἀποφανθοῦν σχετικά μέ αὐτό. Ἡ πρότασή του βρῆκε σύμφωνο τόν Λυσίμαχο.]


Ἀπόδοση τοῦ Κειμένου

ΝΙ. Φαίνεσαι στ' ἀλήθεια, Λυσίμαχε, ὅτι τόν Σωκράτη τόν γνωρίζεις μόνον ἀπό τόν πατέρα του• τόν ἴδιο δέν τόν συναναστράφηκες, παρά μόνο ὅταν ἦταν παιδί, ἄν κάποτε σέ συνέλευση τῶν δημοτῶν, ἀκολουθώντας τόν πατέρα του, σέ πλησίασε, ἤ σέ κανένα ναό, ἤ σέ κάποια ἄλλη συγκέντρωση τοῦ δήμου σας• μά ὅταν πιά μεγάλωσε, φαίνεσαι πώς δέν τόν συνάντησες.

ΛΥ. Γιατί τά λές αὐτά, Νικία;

ΝΙ. Δέν μοῦ φαίνεσαι νά ξέρης ὅτι ὅποιος πηγαίνει τόσο κοντά στόν Σωκράτη μέ τό λόγο, ὅσο κοντά μας εἶναι ὁ συγγενής μας, τόν πλησιάζει καί συζητᾶ μαζί του, ἀναγκάζεται, κι ἄς ἄρχισε πρίν τή συζήτηση γιά κάποιο ἄλλο θέμα, νά ἀφήνη νά περιάγεται ἀπ' αὐτόν μέ τό λόγο, ὥσπου νά φτάση στό σημεῖο νά ἀπολογηθῆ γιά τόν ἑαυτό του, τί λογῆς ζωή κάνει τώρα, καί τί ζωή ἔζησε ὡς τώρα. Κι ὅταν φτάση αὐτοῦ, δέν ξέρεις ὅτι δέν θά τόν ἀφήση ὁ Σωκράτης, ἄν δέν ἐλέγξη ὅλα πέρα γιά πέρα. Μοῦ εἶναι καλά γνωστός ἐμένα τοῦτος ὁ ἄνθρωπος καί γνωρίζω ὅτι δέν μπορεῖ νά ξεφύγη κανείς αὐτά τά πράγματα ἀπ' αὐτόν καί ξέρω καλά πώς ὁ ἴδιος θά τά πάθω. Εὐχαριστιέμαι ὅμως, Λυσίμαχε, τή συντροφιά του καί νομίζω πώς δέν εἶναι καθόλου κακό νά μᾶς ξαναθυμίζουν ὅ,τι δέν ἐκάναμε ἤ δέν κάνομε καλά. Ἀντίθετα, νομίζω, γίνεται, πιό συνετός στό μέλλον ὅποιος δέν ἀποφεύγει τοῦτο τόν ἔλεγχο, ἀλλά θέλει, σύμφωνα μέ τό ἀπόφθεγμα τοῦ Σόλωνος, καί κρίνει ἄξιο νά μαθαίνη ὅσο ζεῖ καί δέ νομίζει ὅτι τά γηρατειά ἔρχονται βάζοντας μόνα τους γνώση.

Σέ μένα λοιπόν οὔτε ἀσυνήθιστο οὔτε δυσάρεστο εἶναι νά μέ ἐλέγχη ὁ Σωκράτης• ἀπό ὥρα μάλιστα ἤξερα καλά ὅτι, μιὰ πού εἶναι ἐδῶ ὁ Σωκράτης, ἡ συζήτησή μας δέν θά ἦταν γιά τούς νεαρούς, ἀλλά γιά μᾶς τούς ἴδιους. Τό ξαναλέγω λοιπόν· ὅσο γιά μένα τίποτε δέν ἐμποδίζει νά συνδιαλέγομαι μέ τόν Σωκράτη ὅπως αὐτός θέλει• μόνο κοίταξε τί λέγει γι' αὐτό τό πράγμα ὁ Λάχης.

ΛΑ. Ἡ δική μου περίπτωση ὡς πρός τούς λόγους, Νικία, εἶναι ἁπλή• κι ἄν τό προτιμᾶς ὄχι ἁπλή, ἀλλά διπλή. Θά μποροῦσα, ἀλήθεια, νά δώσω τήν ἐντύπωση πώς εἶμαι φίλος τῶν λόγων καί πάλι πώς μισῶ τούς λόγους. Γιατί νά, ὅταν ἀκούω ἕναν ἄνθρωπο νά διαλέγεται γιά τήν ἀρετή, ἤ γιά κάποια ἄλλη σοφία, πού νά εἶναι ἀληθινός ἄνθρωπος καί ἀντάξιος τῶν λόγων πού λέγει, αἰσθάνομαι ἐξαιρετική χαρά. Γιατί τήν ἴδια ὥρα βλέπω καί κεῖνον πού μιλᾶ καί κεῖνα πού λέγει, νά εἶναι ταιριαστά τό ἕνα μέ τό ἄλλο καί ἁρμονισμένα. Καί μοῦ φαίνεται ὁ τέτοιος ἄνθρωπος μουσικός στήν ἐντέλεια• ἔχει ἐπιτύχει τήν πιό ὄμορφη ἁρμονία, ὄχι στή λύρα ἤ σέ ὄργανα παιδιᾶς, ἀλλά ζεῖ στ' ἀλήθεια στή ζωή του τήν ἁρμονία ἀνάμεσα στά λόγια του καί στά ἔργα του, ἐντελῶς μέ τόν δωρικό τρόπο, ὄχι τόν ἰωνικό, νομίζω, οὐδέ τόν φρυγικό, ἤ τόν λυδικό, ἀλλά ἐκεῖνον πού εἶναι ἡ μόνη ἑλληνική ἁρμονία. Ὁ τέτοιος λοιπόν ἄνθρωπος μέ κάνει νά χαίρω, ὅταν μιλᾶ, καί νά δίνω στόν καθένα τήν ἐντύπωση ὅτι εἶμαι φίλος τῶν λόγων· τόσο πρόθυμα δέχομαι ὅσα λέγει• ὅποιος ὅμως κάνει τά ἀντίθετα ἀπ' αὐτόν μέ ἐνοχλεῖ, κι ὅσο φαίνεται πώς μιλᾶ καλύτερα, τόσο περισσότερο, καί μέ κάνει νά φαίνωμαι μισόλογος.

Ὅσο γιά τόν Σωκράτη, δέν ἔχω δοκιμάσει τούς λόγους του, ἀλλά, ὅπως φαίνεται, δοκίμασα πρῶτα τά ἔργα του καί ἐκεῖ τόν βρῆκα νά εἶναι ἄξιος καλῶν λόγων μέ ὅλο τό θάρρος καί τήν εἰλικρίνεια. Ἄν λοιπόν ἔχη καί τοῦτο τό δῶρο, ἡ θέλησή μου εἶναι μαζί του, καί μέ ἐξαιρετική εὐχαρίστηση θά δεχόμουν τόν ἔλεγχο τέτοιου ἀνθρώπου, καί δέ θά μέ στενοχωροῦσε νά μαθαίνω, ἀλλά δέχομαι καί ἐγώ τό ἀπόφθεγμα τοῦ Σόλωνος, μέ μιὰ μόνο προσθήκη: νά, θέλω γερνώντας νά διδάσκωμαι πολλά, ἀλλά μόνο ἀπό χρηστούς. Ἄς γίνη δεκτή τούτη μου ἡ προσθήκη, νά εἶναι καί ὁ δάσκαλος ἀγαθός, γιά νά μή φαίνωμαι ἐγώ χοντροκέφαλος, ἄν ἀκούω χωρίς εὐχαρίστηση. Κι ἄν θά εἶναι νεώτερος ὁ δάσκαλος, ἤ λίγο ἀκόμη γνωστός, ἤ ἔχη τίποτε ἄλλο τέτοιο μειονέκτημα, τό ἴδιο μοῦ κάνει. Σέ καλῶ λοιπόν, Σωκράτη, καί νά μέ διδάσκης καί νά μέ ἐλέγχης σ' ὅ,τι θέλεις καί νά μαθαίνης πάλι ὅ,τι ἐγώ ξέρω. Τέτοια αἰσθήματα ἔχω ἐγώ γιά σένα ἀπό ἐκείνη τήν ἡμέρα πού μοιράστηκες μαζί μου τόν κίνδυνο καί ἔδωσες τήν ἀπόδειξη τῆς ἀνδρείας πού πρέπει νά δίνη ὅποιος σωστά πρόκειται νά τή δώση. Λέγε λοιπόν ὅ,τι ἀγαπᾶς, χωρίς καθόλου νά λάβης ὑπόψη σου τήν ἡλικία μου.

ΣΩ. Ὅπως φαίνεται, δέν πρόκειται νά κατηγορήσωμε ἐσᾶς, ὅτι δέν εἶστε πρόθυμοι καί νά δίνετε τή γνώμη σας καί νά ἐρευνᾶτε μαζί μας τό θέμα.

ΛΥ. Δική μας δουλειά λοιπόν εἶναι τώρα, Σωκράτη, γιατί ἐσένα σέ λογαριάζω ἕναν ἀπό μᾶς. Πάρε λοιπόν τή θέση μου καί σκέψου γιά τό καλό τῶν νεανίσκων τί εἶναι ἀνάγκη νά ἐρωτήσωμε τόν Νικία καί τόν Λάχη καί λέγε καί σύ τή γνώμη σου συζητώντας μαζί τους. Γιατί ἐγώ ἕνεκα τῆς ἡλικίας ξεχνῶ πιά τά περισσότερα ἀπό ὅσα θά εἶχα στό νοῦ μου νά ἐρωτήσω, καί ὅσα πάλι θά ἄκουα, ἄν μεσολαβήσουν ἄλλοι λόγοι, δέν τά συγκρατῶ καθόλου. Μιλῆστε λοιπόν σεῖς καί διεξέλθετε μεταξύ σας τό ζήτημα πού ἐθέσαμε• ἐγώ θά παρακολουθῶ καί θά κάμω ὕστερα μέ τόν Μελησία ὅ,τι καί σέ σᾶς φαίνεται καλό.




Πρωτότυπο Κείμενο

Ὦ Λυσίμαχε͵ δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρόθεν γιγνώσκειν μόνον͵ αὐτῷ δ΄ οὐ συγγεγονέναι ἀλλ΄ ἢ παιδὶ ὄντι͵ εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολου θῶν ἐπλησίασέν σοι ἢ ἐν ἱερῷ ἢ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν δημοτῶν· ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν͵ οὐκ ἐντετυχηκὼς τῷ ἀνδρὶ δῆλος ἔτι εἶ.

ΛΥ. Τί μάλιστα͵ ὦ Νικία;

ΝΙ. Οὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους ᾖ [λόγῳ ὥσπερ γένει] καὶ πλησιάζῃ διαλεγόμενος͵ ἀνάγκη αὐτῷ͵ ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέ γεσθαι͵ μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ͵ πρὶν ἂν ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον͵ ὅντινα τρόπον νῦν τε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβί ωκεν· ἐπειδὰν δ΄ ἐμπέσῃ͵ ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει Σωκράτης͵ πρὶν ἂν βασανίσῃ ταῦτα εὖ τε καὶ καλῶς ἅπαντα. ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδ΄ ὅτι ἀνάγκη ὑπὸ τούτου πάσχειν ταῦτα͵ καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα· χαίρω γάρ͵ ὦ Λυσίμαχε͵ τῷ ἀνδρὶ πλησιάζων͵ καὶ οὐδὲν οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιήκαμεν ἢ ποιοῦμεν͵ ἀλλ΄ εἰς τὸν ἔπειτα βίον προμηθέστερον ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλ΄ ἐθέλοντα κατὰ τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ͵ καὶ μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι. ἐμοὶ μὲν οὖν οὐδὲν ἄηθες οὐδ΄ αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι͵ ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μει ρακίων ἡμῖν ὁ λόγος ἔσοιτο Σωκράτους παρόντος͵ ἀλλὰ περὶ ἡμῶν αὐτῶν. ὅπερ οὖν λέγω͵ τὸ μὲν ἐμὸν οὐδὲν κωλύει Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται· Λάχητα δὲ τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου.

ΛΑ. Ἁπλοῦν τό γ΄ ἐμόν͵ ὦ Νικία͵ περὶ λόγων ἐστίν͵ εἰ δὲ βούλει͵ οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν· καὶ γὰρ ἂν δόξαιμί τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος. ὅταν μὲν γὰρ ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου ἢ περί τινος σοφίας ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει͵ χαίρω ὑπερφυῶς͵ θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι. καὶ κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι͵ ἁρμονίαν καλ λίστην ἡρμοσμένος οὐ λύραν οὐδὲ παιδιᾶς ὄργανα͵ ἀλλὰ τῷ ὄντι [ζῆν ἡρμοσμένος οὗ] αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον τοῖς λόγοις πρὸς τὰ ἔργα͵ ἀτεχνῶς δωριστὶ ἀλλ΄ οὐκ ἰαστί͵ οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί͵ ἀλλ΄ ἥπερ μόνη Ἑλ ληνική ἐστιν ἁρμονία. ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ φθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναιοὕτω σφό δρα ἀποδέχομαι παρ΄ αὐτοῦ τὰ λεγόμεναὁ δὲ τἀναντία τούτου πράττων λυπεῖ με͵ ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν͵ τοσούτῳ μᾶλλον͵ καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον. Σωκράτους δ΄ ἐγὼ τῶν μὲν λόγων οὐκ ἔμπειρός εἰμι͵ ἀλλὰ πρότερον͵ ὡς ἔοικε͵ τῶν ἔργων ἐπειράθην͵ καὶ ἐκεῖ αὐτὸν ηὗρον ἄξιον ὄντα λόγων καλῶν καὶ πάσης παρρησίας. εἰ οὖν καὶ τοῦτο ἔχει͵ συμβούλομαι τἀνδρί͵ καὶ ἥδιστ΄ ἂν ἐξεταζοίμην ὑπὸ τοῦ τοιούτου͵ καὶ οὐκ ἂν ἀχθοίμην μανθά νων͵ ἀλλὰ καὶ ἐγὼ τῷ Σόλωνι͵ ἓν μόνον προσλαβών͵ συγ χωρῶ· γηράσκων γὰρ πολλὰ διδάσκεσθαι ἐθέλω ὑπὸ χρηστῶν μόνον. τοῦτο γάρ μοι συγχωρείτω͵ ἀγαθὸν καὶ αὐτὸν εἶναι τὸν διδάσκαλον͵ ἵνα μὴ δυσμαθὴς φαίνωμαι ἀηδῶς μανθάνων· εἰ δὲ νεώτερος ὁ διδάσκων ἔσται ἢ μήπω ἐν δόξῃ ὢν ἤ τι 189.b ἄλλο τῶν τοιούτων ἔχων͵ οὐδέν μοι μέλει. σοὶ οὖν͵ ὦ Σώκρατες͵ ἐγὼ ἐπαγγέλλομαι καὶ διδάσκειν καὶ ἐλέγχειν ἐμὲ ὅτι ἂν βούλῃ͵ καὶ μανθάνειν γε ὅτι αὖ ἐγὼ οἶδα· οὕτω σὺ παρ΄ ἐμοὶ διάκεισαι ἀπ΄ ἐκείνης τῆς ἡμέρας ᾗ μετ΄ ἐμοῦ συνδιεκινδύνευσας καὶ ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς ἣν χρὴ διδόναι τὸν μέλλοντα δικαίως δώσειν. λέγ΄ οὖν ὅτι σοι φίλον͵ μηδὲν τὴν ἡμετέραν ἡλικίαν ὑπόλογον ποιούμενος.

ΣΩ. Οὐ τὰ ὑμέτερα͵ ὡς ἔοικεν͵ αἰτιασόμεθα μὴ οὐχ ἕτοιμα εἶναι καὶ συμβουλεύειν καὶ συσκοπεῖν.

ΛΥ. Ἀλλ΄ ἡμέτερον δὴ ἔργον͵ ὦ Σώκρατεςἕνα γάρ σε ἔγωγε ἡμῶν τίθημισκόπει οὖν ἀντ΄ ἐμοῦ ὑπὲρ τῶν νεανί σκων ὅτι δεόμεθα παρὰ τῶνδε πυνθάνεσθαι͵ καὶ συμβούλευε διαλεγόμενος τούτοις. ἐγὼ μὲν γὰρ καὶ ἐπιλανθάνομαι ἤδη τὰ πολλὰ διὰ τὴν ἡλικίαν ὧν ἂν διανοηθῶ ἐρέσθαι καὶ αὖ ἃ ἂν ἀκούσω· ἐὰν δὲ μεταξὺ ἄλλοι λόγοι γένωνται͵ οὐ πάνυ μέμνημαι. ὑμεῖς οὖν λέγετε καὶ διέξιτε πρὸς ὑμᾶς αὐτοὺς περὶ ὧν προυθέμεθα· ἐγὼ δ΄ ἀκούσομαι καὶ ἀκούσας αὖ μετὰ Μελησίου τοῦδε ποιήσω τοῦτο ὅτι ἂν καὶ ὑμῖν δοκῇ.
Bookmark and Share
Συναφείς παραπομπές από την Αγία Γραφή
     

Πῶς ἰσορροποῦμε;

(Ἁπλοποιημένη μορφὴ κειμένου τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου περὶ τῶν βασικῶν ἐντολῶν τοῦ Εὐαγγελίου. Ὁ καλύτερος καθρέφτης, ὁ καθρέφτης τῆς Ἀγάπης τοῦ Θεοῦ. Ὅταν ἔρχονται τὰ προβλήματα, τὰ ψυχικὰ καὶ τὰ κοινωνικὰ, ἐκεῖ ρίχνουμε τὴν ματιά μας γιὰ νὰ μπορέσουμε νὰ βροῦμε τὴν ἰσορροπία μας· τὶ μᾶς φταίει.)

Ἀπαντᾶ ὁ Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης