Παλαιά Διαθήκη Καινή Διαθήκη
ΓΕΝΕΣΙΣ
ΕΞΟΔΟΣ
ΛΕΥΙΤΙΚΟΝ
ΑΡΙΘΜΟΙ
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ
ΚΡΙΤΑΙ
ΡΟΥΘ
ΒΑΣΙΛΕΙΩΝ Α΄
ΒΑΣΙΛΕΙΩΝ B΄
ΒΑΣΙΛΕΙΩΝ Γ΄
ΒΑΣΙΛΕΙΩΝ Δ΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
ΕΣΔΡΑΣ Α΄
ΕΣΔΡΑΣ Β΄
ΝΕΕΜΙΑΣ
ΤΩΒΙΤ
ΙΟΥΔΙΘ
ΕΣΘΗΡ
ΜΑΚΚΑΒΑΙΩΝ Α΄
ΜΑΚΚΑΒΑΙΩΝ Β΄
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄
ΨΑΛΜΟΙ
ΙΩΒ
ΠΑΡΟΙΜΙΑΙ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΩΣΗΕ
ΑΜΩΣ
ΜΙΧΑΙΑΣ
ΙΩΗΛ
ΟΒΔΙΟΥ
ΙΩΝΑΣ
ΝΑΟΥΜ
ΑΒΒΑΚΟΥΜ
ΣΟΦΟΝΙΑΣ
ΑΓΓΑΙΟΣ
ΖΑΧΑΡΙΑΣ
ΜΑΛΑΧΙΑΣ
ΗΣΑΪΑΣ
ΙΕΡΕΜΙΑΣ
ΒΑΡΟΥΧ
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΙΕΖΕΚΙΗΛ
ΔΑΝΙΗΛ - ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
ΜΑΚΚΑΒΑΙΩΝ Δ΄
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΑΤΑ ΛΟΥΚΑΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
ΠΡΟΣ ΤΙΤΟΝ
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Γ΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Τίτλος:Εἰς τὸν Ἅγιον Θωμᾶν τὸν Ἀπόστολον (Πρωτότυπο)
Συγγραφέας: Ἅγιος Ἰωάννης Χρυσόστομος
Κατηγορία:Πατερικά Κείμενα
Θέμα: Ἀνάσταση, Αἱρετικοί, Ἀνάσταση τοῦ Χριστοῦ, Ἐμπειρία Θεοῦ, Αἵρεση, Βίωμα
Πηγή/Έκδοση:P.G. 59
Χρ.Έκδοσης:
Ἐννόημα
! Ναὶ͵ μακάριε Θωμᾶ͵ πλήρωσον ἔργῳ τὸν λόγον· ἀκολούθησον τῇ φωνῇ σου· καλὴν τὴν ἀρχὴν βεβαίωσον καὶ τῷ τέλει. Ὡς τὴν Θρᾴκην ἠλευθέρωσας͵ ἐλευθέρωσον καὶ τὴν Δύσιν. Ἀκούσω καὶ τὸν λῃστὴν ὡς τὸν τύραννον ἐκκοπέντα· στεφάνωσον τὸν βασιλέα τῇ νίκῃ͵ βράβευσον εἰρήνην τῷ κόσμῳ͵ δέξαι τοὺς ἱδρῶτας τῶν συνελθόντων͵ δέξαι τὴν πόλιν ἱκετεύουσάν σοι· τὴν κοινὴν πᾶσαν ἡλικίαν ἀπέστειλέ σοι πρεσβείαν. Γέροντες καὶ νέοι προσπίπτομέν σου τῷ τάφῳ· παρθένοι καὶ νεανίσκοι περιπλεκόμεθά σου τῷ σώματι· νήπια στρουθίων δίκην ἀτενίζουσι πρὸς σὲ κεχηνότα· μὴ παρίδῃς σχῆμα τοιοῦτον· μὴ κενοὺς ἡμῶν ἀποπέμψῃς τοὺς πόνους· δὸς ἡμῖν ἄξιον μισθὸν τῶν ἱδρώτων.
 
! Οὐδὲν ἀπαιτοῦμέν σε μέγα· ἅπερ ἔχεις͵ αἰτοῦμεν· ἃ δίδως͵ ζητοῦμεν· ἃ θέλεις ἰδεῖν͵ ἐπιθυμοῦμεν· τὸν βάρβαρον ἡττηθέντα͵ τὸν Ἄρειον ἐλαθέντα͵ τὸν Βασιλέα στεφανωθέντα͵ τὸν κόσμον ἐπιστραφέντα͵ τὸν Χριστὸν ὑψωθέντα͵ καὶ παρὰ πάσης ὁμοῦ τῆς οἰκουμένης ἀκούοντα͵ Ὁ Κύριός μου καὶ ὁ Θεός μου.
 
Εἰς τὸν Ἅγιον Θωμᾶν τὸν Ἀπόστολον (Πρωτότυπο)
Ἅγιος Ἰωάννης Χρυσόστομος


 



Εἰς τὸν ἅγιον Θωμᾶν τὸν ἀπόστολον͵ καὶ κατὰ Ἀρειανῶν͵ καὶ εἰς τὸν ἐν τῇ Θρᾴκῃ τυραννήσαντα καὶ ἀναιρεθέντα͵ καὶ αὐτὸν Ἀρειανόν.

Τῷ μὲν νόμῳ τῆς Ἐκκλησίας πειθόμενος ἡψάμην͵ ὡς οἷόν τε͵ τοῦ βήματος· τῷ δὲ μεγέθει τῆς ὑποθέσεως ἐκνικώμενος ἰλιγγιῶ͵ καὶ πανταχόθεν συνέχομαι͵ πῶς ἀπαντήσω τῷ πράγματι͵ ποίαν εὕρω τῷ λόγῳ διέξοδον. Ὡς ζῶντα κηρύξω τὸν Θωμᾶν; Ἀλλ΄ ὁ τάφος ἀνακηρύττει τὸν θάνατον. Ὡς νεκρὸν διηγήσομαι; Ἀλλ΄ ὑπὸ τῶν πραγμάτων ἐλέγχομαι. Καὶ νεκρός ἐστι͵ καὶ ἀθάνατος· καὶ τέθνηκεν ὡς ἄνθρωπος͵ καὶ διατρέχει τὸν κόσμον ὡς ἄγγελος· καὶ πάθος ἐδέξατο͵ καὶ πάθεσι μά 59.498 χεται· καὶ κάτω κεῖται͵ καὶ ἄνω εὐφραίνεται. Οὐδὲν γὰρ αὐτὸν ἴσχυσεν ἀποκρύψαι͵ οὐδεὶς αὐτὸν ἠφάνισε τόπος· ὅλην τὴν οἰκουμένην ἐφώτισεν. Ἔλαβε τάφον͵ ἀλλὰ πανταχόθεν ὡς ἥλιος ἀνατέλλει· ἐνίκησε τὴν γῆν τὰ λείψανα τοῦ δικαίου͵ καὶ πλατύτερος ἐφάνη τῆς κτίσεως ὅλης· ἔσπειρεν αὐτὸν ἡ χάρις εἰς ὅλον τὸν κόσμον. Πᾶσα γωνία μέρος ἔχει τοῦ Θωμᾶ͵ πάντα τὸν κόσμον ἐπλή 59.499 ρωσε͵ καὶ μένει κατὰ τόπον ὁλόκληρος· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἡ δόξα αὐτοῦ͵ καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ τρόπαια αὐτοῦ.

Πῶς οὖν αὐτὸν ὀνομάσω; ῞Ηλιον; Ἀλλ΄ ὑπὸ νυκτὸς οὐκ ἐλέγχεται. Ἀστέρα; Ἀλλ΄ ἡμέρα τοῦτον οὐ κρύπτει. Ἐν παντὶ καιρῷ καταυγάζει τὴν κτίσιν͵ πάντα ζόφον ἀπελαύνει τῆς οἰκουμένης. Οὐκ ἔτι νὺξ μετ΄ αὐτοῦ͵ σκότος αὐτὸν οὐκ ἀμβλύνει͵ ποταμὸς οὐ κωλύει͵ θάλασσα κατέχειν οὐ δύναται͵ ὠκεανὸς ἐπιγινώσκει τὸν ἄνδρα͵ βάρβαροι τιμῶσι τὸν Θωμᾶν· πάντα τὰ ἔθνη σήμερον ἑορτάζει͵ καὶ τὴν τούτου φωνὴν͵ καθάπερ τι δῶρον͵ τῷ Δεσπότῃ προσφέρει. Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ὁ συγγενής μου καὶ ποιητής μου͵ ὁ λυτρωτής μου καὶ ὁ βασιλεύς μου. Ταῦτα γὰρ ἐδίδαξεν ὁ Θωμᾶς͵ τοῦτον ἡμῖν ὡς τέκνοις ἀφῆκε τὸν κλῆρον· ὡς θησαυρὸν ἡ φύσις κατέχει τὸν λόγον· ὅλον τὸ γένος διὰ ταύτης τῆς φωνῆς ὀχυροῦται· μέχρι τῶν ἀγγέλων ἐξετάθη τὸ ῥῆμα· ἄγγελοι ταύτην ὡς ἄγκυραν τὴν ὁμολογίαν κρατοῦσι· πᾶσα ἡ κτίσις ὡς διάδημα περιφέρει τὸ δόγμα.

Μόνος ὁ Ἄρειος ἀποστερεῖται τοῦ λόγου͵ μόνος ἐκεῖνος ἐκπίπτει τοῦ κλήρου͵ μόνος οὐχ ὁμολογεῖ Κύριον τὸν Χριστὸν μετὰ Θωμᾶ· οὐ γνωρίζει αὐτὸν Θεὸν μετ΄ αὐτοῦ· δοῦλον ἀποκαλεῖ τὸν Δεσπότην͵ κτίσμα τὸ ἀπαύγασμα͵ νόθον τὸν γνήσιον͵ πλάσμα τὸν πλάστην· οὐ λέγει Κύριον καὶ Θεὸν τὸν Δεσπότην͵ οὐκ ἀνέχεται τῆς ἀληθείας͵ οὐ συντίθεται τῷ Θωμᾷ͵ οὐκ ἀκολουθεῖ τῷ δικαίῳ· καὶ ταῦτα τιμῶν αὐτοῦ τὴν ἡμέραν͵ καὶ πανηγυρίζων μετὰ πάσης τῆς οἰκουμένης͵ καὶ συντάττων ἑαυτὸν τοῖς φίλοις τοῦ Θωμᾶ. Ἀλλ΄ οὐ κλέπτει τὴν ἀρετὴν ἡ κακία· οὐ συναρμόζει τῷ ὁδηγῷ τῆς ἀληθείας ὁ πλάνος. Οἶδεν ὁ ποιμὴν τὸ θηρίον͵ οἶδεν ὁ σφενδονίτης τὸν λύκον͵ οἶδεν ὁ κυβερνήτης τὸ κῦμα͵ οἶδεν ὁ λιμὴν τὸν χειμῶνα͵ οἶδεν ὁ στρατηγὸς τὸν πολέμιον͵ οἶδεν ὁ Θωμᾶς τὸν Ἄρειον͵ οἶδε καὶ διώκει αὐτόν. Οὐ δέχεται τὴν τιμὴν τοῦ βλασφήμου͵ οὐκ εἰσέρχεται παρὰ τὸ σπήλαιον τῶν φονέων͵ οὐ συναυλίζεται μετ΄ ἐκείνων· ἀποστρέφεται σύνοδον ἀθετούντων͵ βδελύσσεται φωνὴν αὐτῷ μαχομένην͵ μισεῖ στόμα κατὰ τοῦ Θεοῦ λαλοῦν ἀδικίαν͵ ἐκτρέπεται γλῶτταν Κύριον καὶ Θεὸν τὸν Χριστὸν μὴ καλοῦσαν· καὶ βοᾷ πρὸς ἐκεῖνον ἀπὸ πάσης τῆς οἰκουμένης͵ Ἄρειε͵ τί με καθέλκεις; τί λιπαίνεις ἐλαίῳ τὴν κεφαλήν μου; τί μου τὴν ἡμέραν ἑορτάζεις͵ παράνομε; Οὐ δέχομαί σου τὸν βλάσφημον ὕμνον· οὐ συμφωνῶ τῇ ματαίᾳ σου πίστει· οὐ γνωρίζω σου τὸ παράνομον δόγμα. Μή με τιμήσῃς ἀτιμάζων τὸν Πλάστην· οὐ δέχομαι τιμὴν ἀτιμίας μητέρα. Εἰ τὸν Δεσπότην ὑβρίζεις͵ ἐμὲ τὸν δοῦλον πῶς θεραπεύσεις; εἰ μὴ κρατεῖς μου τὴν πίστιν͵ πῶς ἑορτάσεις τὴν μνήμην; εἰ μὴ συμφωνεῖς μοι͵ πῶς κοινωνεῖς μου τῷ τάφῳ; Ἐγὼ Χριστὸν Κύριον καὶ Θεὸν ἐδιδάχθην· ἐψηλάφησα τῇ χειρὶ͵ καὶ τὴν ἀλήθειαν εὗρον· οἰκείοις ἐπιστώθην δακτύλοις· οὐκ ἄλλος ὑπέθετό μοι τὸ δόγμα͵ οὐκ ἐξ ἀκοῆς ἔχω τὸ θαῦμα͵ οὐκ ἐπίστευσα τοῖς εἰποῦσί μοι͵ Ἑωράκαμεν τὸν Κύριον· ἐμαχεσάμην τοῖς ἀποστόλοις͵ ἀντέκρουσα Πέτρῳ διδάσκειν με πειρωμένῳ· εἶπον πρὸς αὐτὸν͵ Ἄνθρωπε͵ τί με ταράττεις; τί μοι λόγους ἀντὶ πραγμάτων χαρίζῃ; τί μοι κελεύεις ἀπὸ ῥημάτων πιστεύειν; Ἐὰν μὴ ἴδω͵ οὐ μὴ πιστεύσω. Ὡς εἶδες καὶ σὺ͵ ἴδω κἀγώ· ὡς ἐδιδάχθης͵ διδαχθῶ· ὡς ἔμαθες͵ μάθω. Ὃ κηρύττειν μέλλω͵ θεάσωμαι͵ καὶ κηρύττω. Οὐδεὶς ἀκούων ἀπαγγέλλει· οὐδεὶς ἀπὸ φήμης δόγμα προφέρει· οὐδεὶς ἀποδέχεταί με τὰ σὰ διαγγέλλοντα. Ἂν ἐρωτηθῶ͵ πῶς ἀνέστη ὁ Χριστὸς͵ οὐκ οἶδα τί λέξω. Ἐὰν εἴπω͵ Πέτρος μοι εἶπε͵ τίς ὡς ἀξιοπίστῳ προσέξει; Ἴδω͵ καὶ κηρύττω· μάθω͵ καὶ διδάσκω· πιστωθῶ͵ καὶ πιστοῦμαι. Εἴπω κἀγὼ͵ Θωμᾶς ἀπόστολος οὐκ ἀπ΄ ἀνθρώπων͵ οὐδὲ δι΄ 59.500 ἀνθρώπων.

Ταῦτά μου λέγοντος͵ Κύριος ἐπεφάνη͵ καὶ τὴν μάχην ἔλυσε παραχρῆμα· καί φησι πρός με· Τί σοι γέγονε͵ Θωμᾶ; τί μάχῃ τῷ Πέτρῳ; τί φιλονεικεῖς τοῖς ἑταίροις; Δεῦρο͵ λάβε τὸ θαῦμα τῇ πείρᾳ· μάθε τὴν ἀνάστασιν ἔργῳ· φέρε τὴν χεῖρα͵ καὶ βλέπε τὸ σῶμα. Εἰ χωρεῖς͵ κράτει· εἰ καθαροὺς ἔχεις δακτύλους͵ ἅψαι τῶν τύπων· εἰ πιστεύεις͵ καὶ φθάσεις· εἰ δὲ φιλονεικεῖς͵ οὐχ εὑρίσκεις· εἰ ἀπιστεῖς͵ οὐ γνωρίζεις· εἰ ἀμφιβάλλεις͵ τὸ παθητὸν οὐ κατέχεις· εἰ πάθος ἔχεις͵ τὸ ἀπαθὲς οὐ μανθάνεις. Ταῦτα ἀκούσας ἐκάθηρα τὴν ψυχὴν ἀπιστίας· ἀπεδυσάμην τὴν ἀμφίβολον γνώμην· ἀνέλαβον τὸν νοῦν πεπεισμένον· ἡψάμην τοῦ σώματος χαίρων καὶ τρέμων· ἐξήπλωσα μετὰ τῶν δακτύλων καὶ τὸ τῆς ψυχῆς ὄμμα͵ καὶ δύο λοιπὸν ἐνεργ[ε]ιῶν ᾐσθόμην. Ἐκράτουν͵ καὶ ἑώρων· καὶ τῇ μὲν χειρὶ σῶμα κατεῖχον͵ τῇ δὲ ψυχῇ Θεὸν κατενόουν· καὶ τὸ ἔξωθεν ηὕρισκον θαυμαστὸν͵ καὶ τὸ ἔσωθεν φοβερόν· καὶ τὸ φαινόμενον͵ μέγα͵ καὶ τὸ κρατούμενον͵ θαῦμα. Ἐβόησα τοίνυν ἐκπλαγεὶς ὃ κατέλαβον· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· οὐδαμοῦ γὰρ ἔβλεπον δοῦλον͵ οὐδαμοῦ ταπεινὸν ἐφαίνετο σχῆμα· καὶ τὸ συγγενὲς ἐξέλαμπε͵ καὶ τὸ θεῖον ἐξήστραπτε· καὶ τὸ φορούμενον ὑψοῦτο͵ καὶ τὸ φοροῦν ἐδεδόξαστο· καὶ δύο νοουμένων πραγμάτων͵ ἓν ἦν τὸ προσκυνούμενον πρόσωπον.

Ταῦτα ἐγὼ πείρᾳ παρέλαβον͵ ταῦτα δακτύλῳ ἐκράτησα͵ ταῦτα ψυχῇ κατενόησα. Σὺ δὲ͵ Ἄρειε͵ πόθεν τὸ βλάσφημον ἐδιδάχθης; πόθεν ἔμαθες͵ ἃ κηρύττεις; Χριστὸν ἐψηλάφησας ὡς ἐγώ; τὴν χεῖρα προσήνεγκας; τοὺς τύπους ἠρεύνησας; οἱ δάκτυλοι μαρτυροῦσί σοι; κατέσχες τὸν Κύριον σύ; εἰς ποίαν χεῖρα; εἰς ἣν ἥρπασας τὰ κειμήλια; εἰς ἣν τοὺς ἀπο στόλους ἐσύλησας; εἰς ἣν ὑπεδέξω τοῦ βαρβάρου τὰ λάφυρα; εἰς ἣν ἐκράτεις τὸν μισθὸν τῆς ἀσεβείας; εἰς ἥν ἐχώνευσας τὰ σκεύη τοῦ αἵματος; εἰς ταύτην Χριστὸν ἐψηλάφησας; Μὴ γένοιτο. Οὐχ οὕτως ἄδικος ὁ Δεσπότης͵ οὐχ οὕτως ἐπισφαλὴς ὁ Χριστὸς͵ ἵνα σοι τὴν ἰδίαν ἐμπιστεύσῃ σάρκα. Οὐκ ἐκράτησας͵ ὃν ἠθέτησας· οὐκ ἐψηλάφησας͵ ὃν ἐμίσησας· οὐκ ἠρεύνησας͵ ὃν ἐσμίκρυνας. Εἰ γὰρ ἠρεύνησας͵ οὐκ ἂν ἐταπείνωσας· εἰ καλῶς ἐξεζήτησας͵ οὐκ ἂν οὕτω κακῶς παρηρμήνευσας. Ἄπαγε͵ ἀπόλαυε τῆς κακίας͵ πῖπτε μετὰ τῶν οἰκείων συμμάχων. Τέως ἕνα σου κατέβαλον πύργον· τέως τὴν Θρᾴκην ἠλευθέρωσα τῆς σῆς τυραννίδος· ἔτι μικρὸν καὶ πανταχόθεν σε καταλύω ἔτι μικρὸν καὶ διώκω σε τῆς οἰκουμένης. Ἄρτι σου τὴν κεφαλὴν ἀφαιροῦμαι· ἄρτι καὶ τὴν δύσιν ἀπαλλάττω τῆς σῆς ἀπονοίας.

Ναὶ͵ μακάριε Θωμᾶ͵ πλήρωσον ἔργῳ τὸν λόγον· ἀκολούθησον τῇ φωνῇ σου· καλὴν τὴν ἀρχὴν βεβαίωσον καὶ τῷ τέλει. Ὡς τὴν Θρᾴκην ἠλευθέρωσας͵ ἐλευθέρωσον καὶ τὴν Δύσιν. Ἀκούσω καὶ τὸν λῃστὴν ὡς τὸν τύραννον ἐκκοπέντα· στεφάνωσον τὸν βασιλέα τῇ νίκῃ͵ βράβευσον εἰρήνην τῷ κόσμῳ͵ δέξαι τοὺς ἱδρῶτας τῶν συνελθόντων͵ δέξαι τὴν πόλιν ἱκετεύουσάν σοι· τὴν κοινὴν πᾶσαν ἡλικίαν ἀπέστειλέ σοι πρεσβείαν. Γέροντες καὶ νέοι προσπίπτομέν σου τῷ τάφῳ· παρθένοι καὶ νεανίσκοι περιπλεκόμεθά σου τῷ σώματι· νήπια στρουθίων δίκην ἀτενίζουσι πρὸς σὲ κεχηνότα· μὴ παρίδῃς σχῆμα τοιοῦτον· μὴ κενοὺς ἡμῶν ἀποπέμψῃς τοὺς πόνους· δὸς ἡμῖν ἄξιον μισθὸν τῶν ἱδρώτων. Οὐδὲν ἀπαιτοῦμέν σε μέγα· ἅπερ ἔχεις͵ αἰτοῦμεν· ἃ δίδως͵ ζητοῦμεν· ἃ θέλεις ἰδεῖν͵ ἐπιθυμοῦμεν· τὸν βάρβαρον ἡττηθέντα͵ τὸν Ἄρειον ἐλαθέντα͵ τὸν Βασιλέα στεφανωθέντα͵ τὸν κόσμον ἐπιστραφέντα͵ τὸν Χριστὸν ὑψωθέντα͵ καὶ παρὰ πάσης ὁμοῦ τῆς οἰκουμένης ἀκούοντα͵ Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ᾧ ἡ δόξα͵ τιμὴ͵ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



 
Bookmark and Share
Συναφείς παραπομπές από την Αγία Γραφή


Ἡ Θεία Λειτουργία

Ἡ Ἐκκλησία εἶναι ὁ λαὸς τοῦ Θεοῦ, καὶ ἑπομένως ἡ θεία Λειτουργία, σὰν δημόσιο ἔργο, γίνεται γιὰ τὸ λαὸ τοῦ Θεοῦ ἀπὸ τὸν ἴδιο τὸ λαό. Γιατί δὲν λειτουργοῦν μόνοι τους οὔτε μυστικὰ οἱ ἱερεῖς τῆς Ἐκκλησίας, ἀλλὰ κάθε φορὰ ὁ λαὸς τοῦ Θεοῦ μὲ τοὺς ἱερεῖς του τελοῦν τὴ θεία Λειτουργία. Ὅταν λέμε λαὸς τοῦ Θεοῦ, δὲν ἐννοοοῦμε χωριστά τοὺς λαϊκοὺς ἀπὸ τοὺς κληρικούς, ἀλλὰ καὶ τοὺς λαϊκοὺς καὶ τοὺς κληρικοὺς· ὅλοι μαζὶ καὶ λαϊκοὶ καὶ κληρικοὶ εἴμαστε ὁ λαὸς τοῦ Θεοῦ.