Παλαιά Διαθήκη Καινή Διαθήκη
ΓΕΝΕΣΙΣ
ΕΞΟΔΟΣ
ΛΕΥΙΤΙΚΟΝ
ΑΡΙΘΜΟΙ
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ
ΚΡΙΤΑΙ
ΡΟΥΘ
ΒΑΣΙΛΕΙΩΝ Α΄
ΒΑΣΙΛΕΙΩΝ B΄
ΒΑΣΙΛΕΙΩΝ Γ΄
ΒΑΣΙΛΕΙΩΝ Δ΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
ΕΣΔΡΑΣ Α΄
ΕΣΔΡΑΣ Β΄
ΝΕΕΜΙΑΣ
ΤΩΒΙΤ
ΙΟΥΔΙΘ
ΕΣΘΗΡ
ΜΑΚΚΑΒΑΙΩΝ Α΄
ΜΑΚΚΑΒΑΙΩΝ Β΄
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄
ΨΑΛΜΟΙ
ΙΩΒ
ΠΑΡΟΙΜΙΑΙ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΩΣΗΕ
ΑΜΩΣ
ΜΙΧΑΙΑΣ
ΙΩΗΛ
ΟΒΔΙΟΥ
ΙΩΝΑΣ
ΝΑΟΥΜ
ΑΒΒΑΚΟΥΜ
ΣΟΦΟΝΙΑΣ
ΑΓΓΑΙΟΣ
ΖΑΧΑΡΙΑΣ
ΜΑΛΑΧΙΑΣ
ΗΣΑΪΑΣ
ΙΕΡΕΜΙΑΣ
ΒΑΡΟΥΧ
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΙΕΖΕΚΙΗΛ
ΔΑΝΙΗΛ - ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
ΜΑΚΚΑΒΑΙΩΝ Δ΄
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΑΤΑ ΛΟΥΚΑΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
ΠΡΟΣ ΤΙΤΟΝ
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Γ΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Τίτλος:Ἐπιστολὴ 7η πρὸς τὴν Ὀλυμπιάδα (Πρωτότυπο)
Συγγραφέας: Ἅγιος Ἰωάννης Χρυσόστομος
Κατηγορία:Πατερικά Κείμενα
Θέμα: Πίστη, Θεός
Πηγή/Έκδοση:Sources chretiennes 13 bis
Χρ.Έκδοσης:1968
Ἐννόημα
! Οὐ γὰρ προλαμβάνεται ἡμῖν ὁ Δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας͵ κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ. Δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι καὶ τοὺς σκανδα λισθέντας διορθῶσαι καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημά των ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι καὶ κατασκαφέντα λαμπρότερα ἐργάσασθαι καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι.
 
! Ἀλλ΄ ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο τῇ οἰκείᾳ σοφίᾳ καὶ ἀπορρήτῳ πάντα οἰκονομῶν.
 
Ἐπιστολὴ 7η πρὸς τὴν Ὀλυμπιάδα (Πρωτότυπο)
Ἅγιος Ἰωάννης Χρυσόστομος



7.1 Φέρε δὴ πάλιν ἀπαντλήσωμέν σου τῆς ἀθυμίας τὸ ἕλκος καὶ διασκεδάσωμεν τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνάγοντας. Τί γάρ ἐστιν ὃ συγχεῖ σου τὴν διάνοιαν; Ὅτι ἄγριος ὁ χειμὼν ὁ τὰς Ἐκκλησίας καταλαβὼν καὶ ζοφώδης καὶ νύκτα ἀσέληνον πάντα εἰργάσατο καὶ καθ΄ ἑκάστην κορυφοῦται τὴν ἡμέραν πικρά τινα ὠδίνων ναυάγια καὶ αὔξεται ἡ πανωλεθρία τῆς οἰκουμένης; Οἶδα τοῦτο κἀγὼ καὶ οὐδεὶς ἀντερεῖ͵ καὶ εἰ βούλει καὶ εἰκόνα ἀναπλάττω τῶν γινομένων͵ ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν. Θάλασσαν ὁρῶ μαινομένην πάντοθεν ἀπ΄ αὐτῆς κάτωθεν ἀνα μοχλευομένην τῆς ἀβύσσου͵ πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας͵ ἑτέρους ὑποβρυχίους γενομένους͵ τὰς σανίδας τῶν πλοίων διαλελυμένας͵ τὰ ἱστία διαρρηγνύμενα͵ τοὺς ἱστοὺς διακλωμένους͵ τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας, τοὺς κυβερνήτας ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν καταστρωμάτων καθημένους͵ τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας͵ ὀλολύζοντας͵ θρη νοῦντας͵ ὀλοφυρομένους μόνον͵ οὐκ οὐρανόν͵ οὐ πέλαγος φαι νόμενον͵ ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες͵ οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν͵ καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα. Μᾶλλον δὲ μέχρι τίνος διώκομεν ἀκίχητα; Οἵαν γὰρ ἂν ζητήσω τῶν παρόντων εἰκόνα͵ ἡττώμενος τῶν κακῶν ὁ λόγος ἀναχωρεῖ. Ἀλλ΄ ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογινώσκω τῆς χρηστοτέρας ἐλπίδος τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν͵ ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος͵ ἀλλὰ νεύματι λύει τὴν ζάλην. Εἰ δὲ μὴ ἐκ προοιμίων μηδὲ εὐθέως͵ ἔθος αὐτῷ τοιοῦτο μὴ ἐν ἀρχῇ τὰ δεινὰ καταλύειν͵ ἀλλ΄ ὅταν αὐξηθῇ καὶ πρὸς τὸ τέλος ἔλθῃ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ͵ τότε θαυματουργεῖν καὶ παραδοξοποιεῖν͵ τήν τε οἰκείαν ἐνδεικνύμενος δύναμιν καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. Μὴ τοίνυν ἀναπέσῃς͵ παρακαλῶ. Ἓν γὰρ ἐστίν͵ Ὀλυμ πιάς͵ φοβερόν͵ εἷς πειρασμός͵ ἁμαρτία μόνον· καὶ τοῦτο συνε χῶς ἐπᾴδων σοι τὸ ῥῆμα οὐκ ἐπαυσάμην· τὰ δὲ ἄλλα πάντα μῦθος͵ κἂν ἐπιβουλὰς εἴπῃς͵ κἂν ἀπεχθείας͵ κἂν δόλους͵ κἂν συκοφαντίας͵ κἂν λοιδορίας͵ κἂν κατηγορίας͵ κἂν δημεύσεις͵ κἂν ἐξορίας͵ κἂν ξίφη ἠκονημένα͵ κἂν πέλαγος͵ κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν ᾖ ταῦτα͵ πρόσκαιρά τέ ἐστι καὶ ἐπίκηρα καὶ ἐν θνητῷ γενόμενα σώματι καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. Διά τοι τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν εἰπών· Τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Τί τοί νυν τὰ πρόσκαιρα δέδοικας͵ τὰ ποταμίων ῥευμάτων δίκην παραρρέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα͵ κἂν χρηστὰ ᾖ͵ κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐδὲ χόρτῳ͵ ἀλλ΄ ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν ἄνθος αὐτὴν ὀνομάσας χόρτου πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν͵ οἷον πλοῦτον μόνον͵ ἢ τρυφὴν μόνον͵ ἢ δυναστείαν μόνον͵ ἢ τιμὰς μόνον͵ ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπή γαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών· Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.

 

7.2 Ἀλλ΄ ἡ δυσημερία δεινὸν καὶ βαρύ; Ἀλλ΄ ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων ἔλεγεν· Ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε͵ ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡς ἔριον ὑπὸ σητός͵ οὕτω βρωθήσονται. Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων͵ ἀλλ΄ ἀφεῖσα τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς παρα τρέχειν τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχίατὸν Θέον ᾧ λατρεύεις͵ ἐνδελεχῶς παρακάλει νεῦσαι μόνον· καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη͵ τοιοῦτο τῷ Θεῷ ἔθος͵ μὴ ἐν προοιμίων τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον καταλύειν τὰ δεινά͵ ἀλλ΄ ὅταν κορυφωθῇ͵ ὅταν αὐξηθῇ͵ ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας͵ τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν. Οὐ γὰρ τοσαῦτα δύναται μόνον ποιῆσαι χρηστὰ ὅσα προσδοκῶμεν καὶ ἐλπίζομεν͵ ἀλλὰ καὶ πολλῷ πλείονα καὶ ἀπείρως μείζονα. Διὸ καὶ Παῦλος ἔλεγε· Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκ προοιμίων κωλῦσαι τοὺς παῖδας τοὺς τρεῖς εἰς τὸν πειρασμὸν ἐκεῖνον μὴ ἐμπεσεῖν; Ἀλλ΄ οὐκ ἠβουλήθη πολλὴν αὐτοῖς συνάγων τὴν ἐμπορίαν. Διὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι καὶ τὴν κάμινον ἀναφθῆναι πρὸς ὕψος ἄφατον καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι· καὶ ὅτε πάντες οἱ θεωροῦντες αὐτοὺς ἀπέγνωσαν αὐτῶν τὴν σωτηρίαν͵ τότε ἀθρόον καὶ παρ΄ ἐλπίδα πᾶσαν ἀνεφαίνετο ἡ θαυματοποιΐα τοῦ ἀριστοτέχνου Θεοῦ καὶ μετὰ πολλῆς ἐξέλαμπε τῆς ὑπερβολῆς. Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο͵ οἱ δεσμῶται δὲ ἐλύοντο· καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγένετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα͵ καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην καὶ σιδήρου καὶ λίθων περιγινομένην καὶ πάσης κρατοῦσαν ὕλης τριχῶν ἐνίκα φύσις. Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν· ᾖδόν τε εὐχαριστηρίους ἀναπέμποντες ὕμνους ὑπὲρ ὧν ἐδέθησαν͵ ὑπὲρ ὧν ἐκάησαν͵ τό γε ἐχθρῶν μέρος͵ ὑπὲρ ὧν πατρίδος ἐξέπεσον͵ ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν͵ ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν͵ ὑπὲρ ὧν ἀπόλιδες͵ ἄοικοι καὶ μετανάσται ἐγένοντο͵ ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ διέτριβον γῇ· τοῦτο γὰρ ψυχῆς εὐγνώμονος. Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν͵ τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἀνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ͵ οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κῆρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιΐας͵ καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει τὰ γράμματα πολλῆς γέμοντα εὐφημίας͵ διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κῆρυξ τῶν τοῦ παρα δοξοποιοῦ Θεοῦ θαυμάτων. Ἐπειδὴ γὰρ ἐχθρὸς ἦν καὶ πολέμιος͵ ἀνύποπτα λοιπὸν καὶ παρὰ τοῖς ἐχθροῖς τὰ γραφόμενα ἦν.

7.3 Εἶδες τὸ εὐμήχανον τοῦ Θεοῦ; Εἶδες τὸ σοφόν; Εἶδες τὸ παράδοξον; Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν; Μὴ τοίνυν θορυβοῦ͵ μηδὲ ταράττου͵ ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων αὐτῷ εὐχαριστοῦσα͵ δοξολογοῦσα͵ παρακαλοῦσα͵ δεομένη͵ ἱκετεύουσα· κἂν μυρίοι θόρυβοι͵ κἂν μυρίαι ταραχαὶ ἐπίωσι͵ κἂν καταιγίδες͵ κἂν πάντα ἐπ΄ ὄψιν κέηται͵ μηδέν σε τούτων ταραττέτω. Οὐ γὰρ προλαμβάνεται ἡμῖν ὁ Δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας͵ κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ. Δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι καὶ τοὺς σκανδα λισθέντας διορθῶσαι καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημά των ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι καὶ κατασκαφέντα λαμπρότερα ἐργάσασθαι καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι. Εἰ γὰρ τὰ μὴ ὄντα ποιεῖ γενέσθαι καὶ τοῖς μηδαμοῦ μηδαμῶς φαινομένοις χαρίζεται τὸ εἶναι͵ πολλῷ μᾶλλον τὰ ὄντα καὶ γενόμενα διορθώσεται. Ἀλλὰ πολλοὶ οἱ ἀπολλύμενοι͵ πολλοὶ οἱ σκανδαλιζόμε νοι. Πολλὰ πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν͵ ἀλλ΄ ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν͵ πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μετα βολήν. Τί ταράττῃ καὶ ἀλύεις͵ εἰ ὁ δεῖνα ἑκβέβληται καὶ ὁ δεῖνα εἰσενήνεκται; Ὁ Χριστὸς ἐσταυροῦτο͵ καὶ Βαραββᾶς ὁ λῃστὴς ἐξῃτεῖτο͵ καὶ ὁ διεφθαρμένος ἐβόα δῆμος͵ τὸν ἀνδροφόνον τοῦ Σωτῆρος καὶ εὐεργέτου δεῖν μᾶλλον σωθῆναι. Πόσους νομίζεις ταῦτα ἐσκανδάλισε τότε; Πόσους ταῦτα τέως ἀπώλεσε; Μᾶλλον δὲ ἀνώτερον τὸν λόγον ἀναγκαῖον ἀγαγεῖν. Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν σπαργάνων ἀπῳκίζετο͵ διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν; Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρρης τὸ ξίφος ἠλαύνετο. Τί ταύτης χαλεπώτερον τῆς τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν καὶ ὁ μακρόθυμος Θεὸς ἠνείχετο τοιαύτης τολμωμένης τραγῳδίας͵ τοσούτου ῥέοντος αἵματος͵ καὶ ἠνείχετο κωλῦσαι δυνάμενος͵ ἀπορρήτῳ τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρου χώρας καὶ ηὐξήθη͵ πόλεμος αὐτῷ πανταχόθεν ἀνερριπίζετο. Καὶ πρῶτον μὲν οἱ Ἰωάννου μαθηταὶ διεφθόνουν καὶ ἐβάσκαινον͵ καίτοι γε ἐκείνου τὰ αὐτοῦ θεραπεύοντος͵ καὶ ἔλεγον ὅτι Ὃς ἦν μετὰ σοῦ πέραν Ἰορδάνου͵ ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ταῦτα γὰρ ὑποκνιζομένων ἦν λοιπὸν τὰ ῥήματα καὶ φθόνῳ βαλλομένων καὶ τηκομένων τῷ πάθει. Διὰ δὴ τοῦτο καὶ μετὰ Ἰουδαίου τινὸς εἷς τῶν μαθητῶν τῶν ταῦτα εἰρηκότων ἐφιλονείκει καὶ ἐπύκτευε τὸν περὶ καθαρσίων λόγον κινῶν καὶ βάπτισμα βαπτίσματι παραβάλλων͵ τὸ Ἰωάννου τῷ τῶν μαθητῶν τοῦ Χριστοῦ. Ἐγένετο γάρ͵ φησίν͵ ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου τινὸς ζήτησις περὶ καθαρισμοῦ. Ἐπειδὴ δὲ καὶ τῶν σημείων ἥψατο͵ πόσαι συκοφαντίαι; Οἱ μὲν Σαμαρείτην αὐτὸν ἐκάλουν καὶ δαιμονῶντα λέγοντες ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις· οἱ δὲ πλάνον͵ λέγοντες· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ͵ ἀλλὰ πλανᾷ τὸν ὄχλον· οἱ δὲ γόητα͵ λέγοντες ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· καὶ συνεχῶς ταῦτα ἐπέλεγον καὶ ἀντίθεον ὠνόμαζον καὶ γαστρίμαργον καὶ ἀδηφάγον καὶ μέθυσον καὶ πονηρῶν καὶ διεφθαρμένων φίλον. ῏Ηλθε γάρ͵ φησίν͵ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων͵ καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης͵ τελωνῶν φίλος καὶ ἀμαρτωλῶν. Καὶ ὅτε δὲ τῇ πόρνῃ διελέ γετο͵ ψευδοπροφήτην αὐτὸν ἐκάλουν· Εἰ γὰρ ἦν προφήτης͵ φησίν͵ ᾔδει τίς ἐστιν ἡ γυνὴ αὕτη ἡ λαλοῦσα αὐτῷ· καὶ καθ΄ ἑκάστην ἡμέραν τοὺς ὀδόντας ἠκόνων κατ΄ αὐτοῦ. Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ͵ ἀλλ΄ οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ ὑγιῶς εἶχον πρὸς αὐτόν͵ ἀλλὰ καὶ ἐκ τῆς οἰκίας ὁ πόλεμος αὐτῷ ἀνερριπίζετο. Ὅρα γοῦν πῶς καὶ αὐτοὶ ἦσαν διεφθαρμένοι͵ ἐξ ὧν καὶ ὁ εὐαγγελιστὴς ἐπάγων ἔλεγεν· Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.

7.4 Ἀλλ΄ ἐπειδὴ σκανδαλιζομένων μέμνησαι πολλῶν καὶ πλανωμένων͵ πόσους οἴει κατὰ τὸν καιρὸν τοῦ σταυροῦ σκαν δαλισθῆναι τῶν μαθητῶν; Ὁ μὲν προέδωκεν͵ οἱ δὲ ἐδραπέ τευσαν͵ ὁ δὲ ἠρνήσατο͵ καὶ πάντων ἀναχωρησάντων ἤγετο μόνος δεδεμένος. Πόσους τοίνυν οἴει πρώην ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον͵ νεκροὺς ἐγείροντα͵ λεπροὺς καθαί ροντα͵ δαίμονας ἀπελαύνοντα͵ ἄρτους πηγάζοντα͵ τὰ ἄλλα τεράστια ἐργαζόμενον͵ σκανδαλίζεσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον͵ θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον͵ εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόντων καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς ἅπαντας μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως; Τί δὲ ἡνίκα ἐμαστιγοῦτο; Καὶ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον. Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ. Πόσους τοίνυν οἴει παρεῖναι τότε καὶ σκανδαλίζεσθαι ὁρῶντας αὐτὸν δεδεμένον͵ μεμαστιγωμένον͵ αἵματι περιρρε όμενον͵ ὑπὸ ἡγεμονικοῦ δικαστηρίου ἐξεταζόμενον καὶ οὐδένα τῶν μαθητῶν παρόντα; Τί δὲ ἡνίκα καὶ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγένοντο κατ΄ αὐτοῦ κωμῳδίαι͵ καὶ ποτὲ μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν͵ ποτὲ δὲ χλαμύδα περιετίθεσαν͵ ποτὲ δὲ κάλαμον ἐνεχείριζον͵ ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν͵ πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος; Πόσους οἴει σκανδαλίζεσθαι͵ πόσους θορυβεῖσθαι͵ πόσους ταράττεσθαι͵ ὅτε ἐπὶ κόρρης αὐτὸν ἔπαιον καὶ ἔλεγον· Προφήτευσον ἡμῖν͵ Χριστέ͵ τίς ἐστιν ὁ παίσας σε; καὶ ἦγον καὶ περιῆγον͵ πᾶσαν τὴν ἡμέραν εἰς τοῦτο ἀνηλίσκοντο͵ εἰς σκώμματα καὶ λοιδορίας καὶ χλευασίαν καὶ γέλωτα ἐν μέσῳ θεάτρῳ Ἰουδαϊκῷ; Τί δὲ ὅτε αὐτὸν ἐρράπιζεν ὁ δοῦλος τοῦ ἀρχιερέως; Τί δὲ ὅτε τὰ ἱμάτια αὐτοῦ διεμερίζοντο οἱ στρατιῶται; Ἡνίκα δὲ ἐπὶ τὸν σταυρὸν ἀνηνέχθη γυμνὸς ἐπὶ τοῦ νώτου τὰς μάστιγας ἔχων καὶ ἀνεσκολοπίζετο; Οὐδὲ γὰρ τότε οἱ ἄγριοι θῆρες ἐμαλάτ τοντο͵ ἀλλὰ μανικώτεροι μᾶλλον ἐγίνοντο καὶ τὰ τῆς τραγῳ δίας ἐπετείνετο καὶ τὰ τῆς χλευασίας ηὔξετο. Οἱ μὲν γὰρ ἔλεγον· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν. Οἱ δὲ ἔλεγον· Ἄλλους ἔσωσεν͵ ἑαυτὸν οὐ δύναται σῶσαι. Ἄλλοι δὲ ἔλεγον· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ͵ κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν εἰς σέ. Τί δὲ ὅτε τῇ σπογγιᾷ χολὴν καὶ ὄξος ποτίζοντες ἐνεπαροίνουν αὐτῷ; Τί δὲ ὅτε οἱ λῃσταὶ ἐλοιδόρουν αὐτῷ; Τί δέ͵ ὅπερ καὶ ἔμπροσθεν ἔλεγον τὸ φρικτὸν ἐκεῖνο καὶ παρα νομώτατον͵ ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον εἶναι ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ͵ καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν͵ οὐ σταυρῶσαι μόνον͵ ἀλλὰ καὶ πονηρὰν βουλό μενοι τῷ Χριστῷ περιθεῖναι δόξαν; Ἐνόμιζον γὰρ δύνασθαι κατασκευάζειν ἐκ τούτων ὅτι τοῦ λῃστοῦ χείρων ἦν καὶ οὕτω παράνομος ὡς μήτε φιλανθρωπίᾳ μήτε ἑορτῆς ἀξιώματι δύνασθαι σώζεσθαι. Πάντα γὰρ τούτου ἕνεκεν ἐποίουν ὥστε αὐτοῦ τὴν ὑπόληψιν διαβαλεῖν· διά τοι τοῦτο καὶ τοὺς δύο λῃστὰς αὐτῷ συνεσταύρωσαν. Ἀλλ΄ ἡ ἀλήθεια οὐ συνεσκιάζετο͵ ἀλλὰ καὶ μειζόνως διέλαμπε. Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες· Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα ἀντιλέγει τῷ Καίσαρι͵ τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι͵ τυραννίδος ἐπάγοντες ἔγκλημα. Καὶ ἐπὶ βλασφημίᾳ δὲ αὐτὸν ἐσυκοφάντουν. Ὁ γὰρ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ὁ δὲ θάνατος αὐτοῦ οἷος; οὐ καταδίκων; οὐκ ἐπαράτων; οὐχ ὁ αἴσχιστος; οὐχ ὁ τῶν τὰ ἔσχατα παρανενομηκότων καὶ οὐκ ἀξίων ὄντων οὐδὲ ἐπὶ τῆς γῆς τὴν ψυχὴν ἀφεῖναι; Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος ἐπληροῦτο μέρει; Ἐλθὼν γάρ τις τὸ σῶμα αὐτοῦ ἐξῃτήσατο. Οὕτως οὐδὲ ὁ θάπτων αὐτὸν ἦν τῶν οἰκείων͵ τῶν εὐεργετηθέντων͵ τῶν μαθητῶν͵ τῶν τοσαύτης ἀπολελαυκότων σωτηρίας͵ πάντων φρούδων γενομένων͵ πάντων ἀποπηδησάντων. Ἡ δὲ πο νηρὰ ἐκείνη ὑπόληψις ἣν κατεσκέδασαν τῆς ἀναστάσεως εἰπόντες ὅτι ῏Ηλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἔκλεψαν αὐτόν͵ πόσους ἐσκανδάλισε͵ πόσους ὑπεσκέλισε τέως; Καὶ γὰρ ἐκράτησεν ὁ λόγος τότε͵ καίτοι γε πεπλασμένος ὢν καὶ χρημάτων γενόμενος ὠνητός· ἀλλ΄ ὅμως ἐκράτησε παρά τισι͵ μετὰ τὰ σήμαντρα͵ μετὰ τὴν περιφάνειαν τῆς ἀληθείας τὴν τοσαύτην. Οὐδὲ γὰρ τὸν περὶ τῆς ἀναστάσεως ᾔδεσαν λόγον τὸ πλῆθος ὅπου γε οὐδὲ αὐτοὶ οἱ μαθηταὶ ἠπίσταντο. Οὐδὲ γὰρ ᾔδεσαν͵ φησί͵ τότε ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Πόσους τοίνυν οἴει κατὰ τὰς ἡμέρας ἐκείνας σκανδαλισθῆναι; Ἀλλ΄ ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο τῇ οἰκείᾳ σοφίᾳ καὶ ἀπορρήτῳ πάντα οἰκονομῶν.

7.5 Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας͵ πάλιν κρυπτόμενοι͵ λανθάνοντες͵ φυγαδευόμενοι οἱ μαθηταί͵ δεδοικότες͵ τρέμοντες͵ τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες͵ οὕτως ἐλάνθανον͵ καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι͵ οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν. Ἀλλὰ καὶ μετ΄ ἐκεῖνα͵ μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις͵ τῆς Ἐκκλησίας ταραττομένης͵ αὐτῶν ἐλαυνομένων͵ τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυ βούντων. Ὅτε γὰρ τὴν πολλὴν ἀπὸ τῶν σημείων ἐκτήσαντο παρρησίαν͵ τότε πάλιν ἡ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο καὶ πάντας διέσπειρε καὶ τὴν Ἐκκλησίαν ἐν θορύβῳ κατέστησε· καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν͵ καὶ πάλιν ἐν φυγῇ͵ καὶ πάλιν ἐν ἀγωνίᾳ. Καὶ οὕτω διαπαντὸς τὰ τῆς Ἐκκλησίας ηὔξετο͵ ὅτε ἤνθει διὰ τῶν σημείων͵ ὅτε φαιδρὰ ἐκ προοιμίων ἐφαίνετο. Καὶ ὁ μὲν διὰ θυρίδος ἐχαλᾶτο καὶ οὕτως ἐξέφυγε τοῦ ἄρχοντος τὰς χεῖρας· τοὺς δὲ ἄγγελος ἐξέβαλε καὶ οὕτως τῶν ἁλύσεων ἀπήλλαττε· τοὺς δὲ ἀγοραῖοι καὶ χειροτέχναι ὑποδεχόμενοι παρὰ τῶν ἐν δυναστείαις ἐλαυνομένους πάντα ἐθεράπευον τρόπον͵ πορφυροπώλιδες γυναῖκες καὶ σκηνορράφοι καὶ σκυτο δέψαι πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιὰς τῶν πόλεων͵ παρ΄ αἰγιαλὸν καὶ θάλασσαν. Πολλάκις δὲ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν· εἰ δὲ καὶ αὐτοὶ ἐτόλμων͵ ἀλλ΄ οἱ ξενοδόχοι οὐκ ἐτόλμων. Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα διὰ πειρασμῶν͵ οὐ δι΄ ἀνέσεων͵ καὶ οἱ πρώην σκανδαλισθέντες μετὰ ταῦτα διωρθοῦντο καὶ οἱ πλανηθέντες ἐπανήγοντο καὶ τὰ κατεσκαμ μένα ᾠκοδομεῖτο μειζόνως. Διὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι΄ ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα͵ ὁ πάνσοφος καὶ εὐμήχανος Θεὸς οὐκ ἠνέσχετο τοῦ μαθητοῦ͵ ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν͵ ἀλλ΄ εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστά͵ πολλὰ ὄψει γεγενημένα͵ καὶ εἰ μὴ σημεῖα καὶ θαύματα͵ ἀλλ΄ ἐοικότα σημείοις πράγματα͵ δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ΄ ἵνα μὴ πάντα μετ΄ εὐκολίας παρ΄ ἡμῶν ἀκούῃς͵ τοῦτό σοι κατα λιμπάνω τὸ μέρος͵ ὥστε μετὰ ἀκριβείας ἀναλέξαι πάντα καὶ παραθεῖναι τοῖς λυπηροῖς καὶ καλὴν ἀσχολουμένη ἀσχολίαν οὕτως ἀπαγαγεῖν σαυτὴν τῆς ἀθυμίας· πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν. Πάντα σου τὸν εὐλογήμενον οἶκον παρ΄ ἡμῶν πολλὰ προσειπεῖν παρακλήθητι. Ἐρρωμένη͵ εὐθυμουμένη διατε λοίης͵ δέσποινά μου αἰδεσιμωτάτη καὶ θεοφιλεστάτη. Εἰ βούλει μοι μακρὰ γράφειν͵ καὶ τοιαῦτα δήλωσόν μοι͵ μὴ ἀπατῶσα μέντοι με͵ ὅτι πᾶσαν ἀπέθου τὴν ἀθυμίαν καὶ ἐν ἀνέσει διάγεις. Τοιοῦτον γὰρ τῶν γραμμάτων τούτων τὸ φάρμα κον ὡς καὶ εὐθυμίαν σοι ἐμποιῆσαι πολλὴν καὶ ὄψει συνεχῶς ἐπιστέλλοντα. Ἀλλὰ μή μοι γράψῃς πάλιν ὅτι Παραμυθίαν ἔχω πολλὴν ἐκ τῶν γραμμάτων σου͵ τοῦτο γὰρ οἶδα κἀγώ͵ ἀλλ΄ ὅτι τοσαύτην ὅσην ἐγὼ βούλομαι͵ ὅτι οὐ συγχέῃ͵ ὅτι οὐ δακρύεις͵ ἀλλ΄ ἐν ἀνέσει καὶ εὐθυμίᾳ διάγεις.



 
Bookmark and Share
Συναφείς παραπομπές από την Αγία Γραφή


Πῶς ἰσορροποῦμε;

(Ἁπλοποιημένη μορφὴ κειμένου τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου περὶ τῶν βασικῶν ἐντολῶν τοῦ Εὐαγγελίου. Ὁ καλύτερος καθρέφτης, ὁ καθρέφτης τῆς Ἀγάπης τοῦ Θεοῦ. Ὅταν ἔρχονται τὰ προβλήματα, τὰ ψυχικὰ καὶ τὰ κοινωνικὰ, ἐκεῖ ρίχνουμε τὴν ματιά μας γιὰ νὰ μπορέσουμε νὰ βροῦμε τὴν ἰσορροπία μας· τὶ μᾶς φταίει.)

Ἀπαντᾶ ὁ Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης